호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας.? αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기