호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν οἱ ἄλλα τε ἀγαθὰ μυρία, ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεοσ, ἐν τῷ αὐτόσ τε ὁ Ἄμασισ καὶ οἱ δαιτυμόνεσ οἱ πάντεσ τοὺσ πόδασ ἑκάστοτε ἐναπενίζοντο· τοῦτον κατ’ ὦν κόψασ ἄγαλμα δαίμονοσ ἐξ αὐτοῦ ἐποιήσατο, καὶ ἵδρυσε τῆσ πόλιοσ ὅκου ἦν ἐπιτηδεότατον· οἱ δὲ Αἰγύπτιοι φοιτέοντεσ πρὸσ τὤγαλμα ἐσέβοντο μεγάλωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기