호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἑκαταίῳ δὲ γενεηλογήσαντι ἑωυτὸν καὶ ἀναδήσαντι ἐσ ἑκκαιδέκατον θεὸν ἀντεγενεηλόγησαν ἐπὶ τῇ ἀριθμήσι, οὐ δεκόμενοι παρ’ αὐτοῦ ἀπὸ θεοῦ γενέσθαι ἄνθρωπον· ἀντεγενεηλόγησαν δὲ ὧδε, φάμενοι ἕκαστον τῶν κολοσσῶν πίρωμιν ἐκ πιρώμιοσ γεγονέναι, ἐσ ὃ τοὺσ πέντε καὶ τεσσεράκοντα καὶ τριηκοσίουσ ἀπέδεξαν κολοσσούσ πίρωμιν ἐπονομαζόμενον,καὶ οὔτε ἐσ θεὸν οὔτε ἐσ ἡρ́ωα ἀνέδησαν αὐτούσ. πίρωμισ δὲ ἐστὶ κατὰ Ἑλλάδα γλῶσσαν καλὸσ κἀγαθόσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기