- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 87

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 87)

κατὰ δὲ τὴν Εὐρώπην Τελεσφόρος μὲν ὁ Ἀντιγόνου ναύαρχος διατρίβων περὶ Κόρινθον, ἐπειδὴ Πτολεμαῖον ἑώρα μᾶλλον ἑαυτοῦ προαγόμενον καὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων πιστευόμενον ἁπάντων, ἐγκαλέσας Ἀντιγόνῳ περὶ τούτων τὰς μὲν ναῦς ἃς εἶχεν ἀπέδοτο, τῶν δὲ στρατιωτῶν τοὺς βουλομένους κοινωνεῖν τῆς προαιρέσεως ἀναλαβὼν ἴδια πράγματα συνίστατο.? παρελθὼν γὰρ εἰς Ἦλιν ὡς ἔτι φυλάττων τὴν πρὸς Ἀντίγονον φιλίαν, τὴν ἀκρόπολιν ἐνετείχισε καὶ τὴν πόλιν κατεδουλώσατο.

ἐσύλησεν δὲ καὶ τὸ ἱερὸν τὸ κατὰ τὴν Ὀλυμπίαν καὶ συναγαγὼν ἀργυρίου πλείω τῶν πεντήκοντα ταλάντων ξένους ἐμισθοῦτο. Τελεσφόρος μὲν οὖν ζηλοτυπήσας τὴν προαγωγὴν Πτολεμαίου τοῦτον τὸν τρόπον ἐγένετο προδότης τῆς πρὸς Ἀντίγονον φιλίας.

Πτολεμαῖος δ ὁ Ἀντιγόνου στρατηγὸς ἦν μὲν τεταγμένος ἐπὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων, πυθόμενος δὲ τὴν ἀπόστασιν τὴν Τελεσφόρου καὶ τὴν κατάληψιν τῆς Ἠλείων πόλεως, ἔτι δὲ τὴν σύλησιν τῶν κατὰ τὴν Ὀλυμπίαν χρημάτων παρῆλθεν εἰς Πελοπόννησον μετὰ δυνάμεως. καταντήσας δ εἰς Ἦλιν καὶ τὴν ἐντετειχισμένην ἀκρόπολιν κατασκάψας τήν τε ἐλευθερίαν ἀπέδωκε τοῖς Ἠλείοις καὶ τὰ χρήματα ἀποκατέστησεν τῷ θεῷ. μετὰ δὲ ταῦτα τὸν Τελεσφόρον πείσας παρέλαβεν τὴν Κυλλήνην, φρουρουμένην ὑπ αὐτοῦ, καὶ τοῖς Ἠλείοις ἀποκατέστησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION