호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ μὲν οὖν τὴν πρώτην ἔφοδον τοῖσ ξυστοῖσ ἀγωνισάμενοι τούτων τε τὰ πλεῖστα συνέτριψαν καὶ τῶν ἀγωνιζομένων οὐκ ὀλίγουσ κατετραυμάτισαν· κατὰ δὲ τὴν δευτέραν ἀναστροφὴν εἰσ τὴν ἀπὸ τοῦ ξίφουσ μάχην ὡρ́μησαν καὶ συμπλεκόμενοι πολλοὺσ ἀλλήλων ἀνῄρουν, οἵ τε ἡγεμόνεσ αὐτοὶ πρὸ πάντων κινδυνεύοντεσ προετρέποντο τοὺσ ὑποτεταγμένουσ εὐρώστωσ ὑπομένειν τὸ δεινόν, οἵ τ’ ἐπὶ τῶν κεράτων ἱππεῖσ, ἅπαντεσ ἐπιλελεγμένοι κατ’ ἀρετήν, ἡμιλλῶντο πρὸσ ἀλλήλουσ, θεατὰσ ἔχοντεσ τῆσ ἀνδρείασ τοὺσ συναγωνιζομένουσ στρατηγούσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기