호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑξῆσ δ’ ἔταξε τῶν ἱππέων τοὺσ καλουμένουσ μὲν ἑταίρουσ, ὄντασ δὲ τὸν ἀριθμὸν ὀκτακοσίουσ, μετὰ δὲ τούτουσ παντοδαποὺσ ἱππεῖσ οὐκ ἐλάττουσ τῶν χιλίων πεντακοσίων. πρὸ παντὸσ δὲ τοῦ κέρατοσ ἔστησε τῶν ἐλεφάντων τριάκοντα καὶ τὰ διαστήματα αὐτῶν ἐπλήρωσε τοῖσ ψιλικοῖσ τάγμασιν, ὧν ἦσαν ἀκοντισταὶ μὲν καὶ τοξόται χίλιοι, σφενδονῆται δὲ Πέρσαι πεντακόσιοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기