- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 82

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 82)

ἐπὶ μὲν οὖν τὸ λαιὸν κέρας ἔταξε, καθ ὃ τὸν κίνδυνον αὐτὸς ἤμελλε ποιεῖσθαι, πρώτους μὲν τοὺς περὶ αὐτὸν ἱππεῖς ἐπιλέκτους διακοσίους, ἐν οἷς ἦσαν οἵ τε ἄλλοι φίλοι πάντες καὶ Πίθων ὁ συνεστρατευμένος μὲν Ἀλεξάνδρῳ, συγκαθιστάμενος δὲ ὑπ Ἀντιγόνου στρατηγὸς καὶ τῶν ὅλων μέτοχος.? πρόταγμα δὲ τρεῖς εἴλας ἱππέων ἔταξεν καὶ πλαγιοφυλάκους τὰς ἴσας καὶ χωρὶς ἔξω τοῦ κέρατος ἀπολελυμένας τρεῖς Ταραντίνων, ὥστ εἶναι τοὺς περὶ τὸ σῶμα τεταγμένους ἱππεῖς ξυστοφόρους μὲν πεντακοσίους, Ταραντίνους δὲ ἑκατόν.

ἑξῆς δ ἔταξε τῶν ἱππέων τοὺς καλουμένους μὲν ἑταίρους, ὄντας δὲ τὸν ἀριθμὸν ὀκτακοσίους, μετὰ δὲ τούτους παντοδαποὺς ἱππεῖς οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων.

πρὸ παντὸς δὲ τοῦ κέρατος ἔστησε τῶν ἐλεφάντων τριάκοντα καὶ τὰ διαστήματα αὐτῶν ἐπλήρωσε τοῖς ψιλικοῖς τάγμασιν, ὧν ἦσαν ἀκοντισταὶ μὲν καὶ τοξόται χίλιοι, σφενδονῆται δὲ Πέρσαι πεντακόσιοι. τὸ μὲν οὖν εὐώνυμον κέρας οὕτω κατασκευάσας διενοεῖτο τούτῳ κρίνειν τὴν μάχην.

ἐχομένην δ ἔστησε τὴν τῶν πεζῶν φάλαγγα, συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων χιλίων: τούτων δὲ ἦσαν Μακεδόνες μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι χίλιοι, μισθοφόροι δ ὀκτακισχίλιοι. ἐπὶ δὲ τὸ δεξιὸν κέρας ἔταξε τοὺς λοιποὺς ἱππεῖς χιλίους πεντακοσίους, ὧν Ἀνδρόνικος ἡγεῖτο. τούτῳ δ ἦν συντεταγμένον λοξὴν φυλάττειν τὴν στάσιν καὶ φυγομαχεῖν, καραδοκοῦντα τὴν δι αὐτοῦ γινομένην κρίσιν. τοὺς δὲ λοιποὺς τῶν ἐλεφάντων τρεισκαίδεκα ἔστησε πρὸ τῆς τῶν πεζῶν φάλαγγος, μίξας εἰς τὰ διαστήματα τῶν ψιλῶν τοὺς ἱκανούς. Δημήτριος μὲν οὖν διεκόσμησε τὴν ἰδίαν δύναμιν τὸν τρόπον τοῦτον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION