호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτωσ ἐφ’ ἡγεμονίασ τεταγμένον· ὅπερ εἰώθε γίγνεσθαι τοῖσ παλαιοῖσ στρατηγοῖσ, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸσ ἕνα καιρὸν ἀθροίζηται· τὸ γὰρ πλῆθοσ ἀεὶ δυσάρεστον ἐπὶ τῶν αὐτῶν μένον καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισμένην ἔχει τὴν μεταβολήν· τοῦ τε πατρὸσ ἤδη γεγηρακότοσ αἱ τῆσ βασιλείασ ἐλπίδεσ εἰσ τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기