- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 78

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 78)

ἅμα δὲ τούτοις πραττομένοις Κορκυραῖοι μὲν βοηθήσαντες Ἀπολλωνιάταις καὶ τοῖς Ἐπιδαμνίοις τοὺς μὲν στρατιώτας Κασάνδρου ὑποσπόνδους ἀφῆκαν, τῶν δὲ πόλεων Ἀπολλωνίαν μὲν ἠλευθέρωσαν, Ἐπίδαμνον δὲ Γλαυκίᾳ τῷ τῶν Ἰλλυριῶν βασιλεῖ παρέδωκαν.? ὁ δ Ἀντιγόνου στρατηγὸς Πτολεμαῖος χωρισθέντος εἰς Μακεδονίαν Κασάνδρου καταπληξάμενος τοὺς φρουροῦντας τὴν Χαλκίδα παρέλαβε τὴν πόλιν καὶ τοὺς Χαλκιδεῖς ἀφῆκεν ἀφρουρήτους, ὥστε γενέσθαι φανερὸν ὡς πρὸς ἀλήθειαν Ἀντίγονος ἐλευθεροῦν προῄρηται τοὺς Ἕλληνας:

ἐπίκαιρος γὰρ ἡ πόλις ἐστὶ τοῖς βουλομένοις ἔχειν ὁρμητήριον πρὸς τὸ διαπολεμεῖν περὶ τῶν ὅλων. ὁ δ οὖν Πτολεμαῖος ἐκπολιορκήσας Ὠρωπὸν παρέδωκε τοῖς Βοιωτοῖς καὶ τοὺς Κασάνδρου στρατιώτας ὑποχειρίους ἔλαβε.

μετὰ δὲ ταῦτα Ἐρετριεῖς καὶ Καρυστίους εἰς τὴν συμμαχίαν προσλαβόμενος ἐστράτευσεν εἰς τὴν Ἀττικήν, Δημητρίου τοῦ Φαληρέως ἐπιστατοῦντος τῆς πόλεως. οἱ δ Ἀθηναῖοι τὸ μὲν πρῶτον λάθρᾳ διεπέμποντο πρὸς Ἀντίγονον, ἀξιοῦντες ἐλευθερῶσαι τὴν πόλιν:

τότε δὲ τοῦ Πτολεμαίου παραγενηθέντος πλησίον τῆς πόλεως θαρρήσαντες ἠνάγκασαν τὸν Δημήτριον ἀνοχὰς ποιήσασθαι καὶ πρεσβείας ἀποστέλλειν πρὸς Ἀντίγονον περὶ συμμαχίας. ὁ δὲ Πτολεμαῖος ἀναζεύξας ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν τήν τε Καδμείαν εἷλε καὶ τὴν φρουρὰν ἐκβαλὼν ἠλευθέρωσε τὰς Θήβας.

μετὰ δὲ ταῦτα πορευθεὶς εἰς τὴν Φωκίδα καὶ τὰς μὲν πλείους τῶν πόλεων προσαγόμενος ἐξέβαλε πανταχόθεν τὰς Κασάνδρου φρουράς: ἐπῆλθε δὲ καὶ τὴν Λοκρίδα καὶ τῶν Ὀπουντίων τὰ Κασάνδρου φρονούντων συνεστήσατο πολιορκίαν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION