호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χωρὶσ γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰσ τὴν στρατείαν μισθοφόρουσ ἐπιλέκτουσ εἶχε πεζοὺσ μὲν μυρίουσ, ἱππεῖσ δὲ τρισχιλίουσ πεντήκοντα. ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼσ τοὺσ Καρχηδονίουσ ἐπιτετιμηκότασ τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμωσ δὲ πρὸσ αὐτὸν τὸν πόλεμον ἐξοίσοντασ. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοισ τοῖσ χρόνοισ τοιαύτην ἔσχε τὴν κατάστασιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기