호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντίγονος δ ὁρῶν τὸν Κάσανδρον ἀντεχόμενον τῆς Ἀσίας Δημήτριον μὲν τὸν υἱὸν ἀπέλιπεν ἐν τῇ Συρίᾳ, προστάξας ἐνεδρεύειν τοὺς περὶ Πτολεμαῖον, οὓς ὑπώπτευεν ἐκ τῆς Αἰγύπτου προάξειν μετὰ δυνάμεως ἐπὶ Συρίας, συναπέλιπε δ αὐτῷ πεζοὺς μὲν ξένους μυρίους, Μακεδόνας δὲ δισχιλίους, Λυκίους δὲ καὶ Παμφυλίους πεντακοσίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας τετρακοσίους, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ πλείους τῶν τεσσαράκοντα.? παρακατέστησε δ αὐτῷ καὶ συμβούλους τέσσαρας, Νέαρχόν τε τὸν Κρῆτα καὶ Πίθωνα τὸν Ἀγήνορος, ὃς καταβεβήκει πρότερον ὀλίγαις ἡμέραις ἐκ Βαβυλῶνος, πρὸς δὲ τούτοις Ἀνδρόνικόν τε τὸν Ὀλύνθιον καὶ Φίλιππον, ἄνδρας πρεσβυτέρους καὶ συνεστρατευκότας Ἀλεξάνδρῳ πᾶσαν τὴν στρατείαν: ἦν γὰρ Δημήτριος ἔτι νέος τὴν ἡλικίαν, ὡς ἂν γεγονὼς ἔτη δύο πρὸς τοῖς εἴκοσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기