호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν.? ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνιδάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα, τῶν δ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους. Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δ ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον:
ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι. τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ.
Ἀντίγονος δὲ τοὺς ἱππεῖς εἰς δύο μέρη διελόμενος τοὺς μὲν αὐτὸς ἔχων ἐφήδρευε τοῖς περὶ τὸν Εὐμενῆ, τὴν ὁρμὴν αὐτῶν ἀποθεωρῶν, τοὺς δ ἄλλους παραδοὺς Πίθωνι προσέταξεν ἐπιθέσθαι τοῖς ἀργυράσπισι μεμονωμένοις τῆς τῶν ἱππέων βοηθείας.
ταχὺ δ αὐτοῦ τὸ προσταχθὲν συντελοῦντος οἱ Μακεδόνες εἰς πλινθίον ἑαυτοὺς ποιήσαντες ἀσφαλῶς ἀπεχώρησαν ἐπὶ τὸν ποταμὸν καὶ τῶν περὶ τὸν Πευκέστην κατηγόρουν ὡς αἰτίων γεγενημένων τῆς τῶν ἱππέων ἥττης.
καταντησάντων δὲ καὶ τῶν περὶ τὸν Εὐμενῆ περὶ λύχνων ἁφὰς συνελθόντες ἐβουλεύοντο τί χρὴ πράττειν. οἱ μὲν οὖν σατράπαι τὴν ταχίστην ἔφησαν δεῖν ἀποχωρεῖν εἰς τὰς ἄνω σατραπείας, ὁ δ Εὐμενὴς ἀπεφαίνετο μένειν καὶ διαγωνίζεσθαι, τῆς μὲν τῶν ἐναντίων φάλαγγος συντετριμμένης, τῆς δὲ τῶν ἱππέων δυνάμεως ἐφαμίλλου παρ ἀμφοτέροις οὔσης.
οἱ δὲ Μακεδόνες οὐδετέροις ἔφασαν ὑπακούσεσθαι, τῆς ἀποσκευῆς αὐτῶν ἡλωκυίας καὶ παρὰ τοῖς πολεμίοις ὄντων τέκνων καὶ γυναικῶν καὶ πολλῶν ἄλλων ἀναγκαίων σωμάτων.
τότε μὲν οὖν διελύθησαν οὐδεμίαν συμπεφωνημένην γνώμην βεβαιώσαντες:
μετὰ δὲ ταῦθ οἱ Μακεδόνες λάθρᾳ διαπρεσβευσάμενοι πρὸς Ἀντίγονον τὸν μὲν Εὐμενῆ συναρπάσαντες παρέδωκαν, τὰς δ ἀποσκευὰς κομισάμενοι καὶ πίστεις λαβόντες κατετάχθησαν εἰς τὸ στρατόπεδον. τὸ παραπλήσιον δ οἵ τε σατράπαι καὶ τῶν ἄλλων ἡγεμόνων τε καὶ στρατιωτῶν οἱ πλεῖστοι, τὸν στρατηγὸν ἐγκαταλιπόντες, τῆς ἰδίας ἀσφαλείας μόνον ἐφρόντισαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기