호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ περὶ τὸν Εὐμενῆ καὶ Πευκέστην ταῦτα διοικούντων Ἀντίγονοσ, ἐπειδὴ προάγων μετὰ τῆσ δυνάμεωσ ἧκεν εἰσ Σοῦσα τὸ βασίλειον, Σέλευκον μὲν ἀπέδειξε τῆσ χώρασ σατράπην καὶ δοὺσ αὐτῷ στρατιώτασ προσέταξε πολιορκεῖν τὴν ἄκραν ἀπειθοῦντοσ Ξενοφίλου τοῦ θησαυροφύλακοσ, αὐτὸσ δὲ μετὰ τῆσ στρατιᾶσ ἀνέζευξεν ἐπὶ τοὺσ πολεμίουσ, οὔσησ τῆσ ὁδοῦ καυματώδουσ καὶ παντελῶσ ἐπικινδύνου ξενικαῖσ δυνάμεσι διελθεῖν. διὸ καὶ τὰσ πορείασ ἠναγκάζοντο νυκτὸσ ποιεῖσθαι καὶ στρατοπεδεύεσθαι περὶ τὸν ποταμὸν πρὶν ἥλιον ἀνατέλλειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기