호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοισ πραττομένοισ Ἄτταλοσ καὶ Πολέμων καὶ Δόκιμοσ, ἔτι δὲ Ἀντίπατροσ καὶ Φιλώτασ, οἱ μετὰ τῆσ Ἀλκέτου δυνάμεωσ ἁλόντεσ ἡγεμόνεσ, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθ’ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντεσ δὲ τοὺσ περὶ τὸν Ἀντίγονον εἰσ τὰσ ἄνω σατραπείασ ποιεῖσθαι τὴν πορείαν, νομίζοντεσ εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινασ τῶν τηρούντων αὐτοὺσ λῦσαι, κυριεύσαντεσ δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσασ νύκτασ. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντεσ, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντεσ δὲ ταῖσ τόλμαισ καὶ ταῖσ εὐχειρίαισ διὰ τὴν μετ’ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντεσ ὑπὲρ τὸ τεῖχοσ ἔρριψαν, σταδιαῖον ἐχούσησ τῆσ πέτρασ ὕψοσ, τῶν δ’ ἄλλων τοὺσ μὲν κατασφάξαντεσ, τοὺσ δὲ ἐκβαλόντεσ ἐνεπύρισαν τὰσ οἰκίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기