호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρ ᾧ τρεφόμενος ὁ παῖς ἐξέβη τήν τε ὄψιν εὐπρεπὴς καὶ τὸ σῶμα εὔρωστος πολὺ μᾶλλον ἢ κατὰ τὴν ἡλικίαν.? ἑπταετοῦς δ ὄντος αὐτοῦ παρακληθεὶς ὁ Καρκῖνος ὑφ Ἡρακλείδου πρός τινα θυσίαν καὶ θεασάμενος τὸν Ἀγαθοκλέα παίζοντα μετά τινων ἡλικιωτῶν ἐθαύμαζε τό τε κάλλος καὶ τὴν ῥώμην, τῆς τε γυναικὸς εἰπούσης ὅτι τηλικοῦτος ἂν ἦν ὁ ἐκτεθείς, εἴπερ ἐτράφη, μεταμέλεσθαί τε ἔφη τοῖς πραχθεῖσι καὶ συνεχῶς ἐδάκρυεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기