- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 80

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 80)

μυθολογοῦσι δ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι:? περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν, ἔμπαλιν εἰς ὤμους τετραμμέναι:

εἰ ἐτεόν γε Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο. οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατ ἀνθρώπους ἐπιφάνειαν.

τιμῶσι δ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς. ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς:

ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν. τέλος δὲ προβαινούσης ἐπὶ πολὺ τῆς κατὰ τὰς θεὰς ἐπιφανείας, οἱ μὲν ἐγχώριοι πολλοῖς ἀναθήμασιν ἀργυροῖς καὶ χρυσοῖς διετέλεσαν τιμῶντες ἄχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων. νεὼν μὲν γὰρ αὐταῖς κατεσκεύασαν οὐ μόνον τῷ μεγέθει διάφορον, ἀλλὰ καὶ τῇ πολυτελείᾳ τῇ κατὰ τὴν οἰκοδομίαν θαυμαζόμενον:

οὐκ ἔχοντες γὰρ κατὰ τὴν ἰδίαν χώραν λίθον ἀξιόλογον παρὰ τῶν ἀστυγειτόνων Ἀγυριναίων ἤγαγον, τῶν μὲν πόλεων διεστηκυιῶν ὡς ἑκατὸν σταδίους, τῆς δ ὁδοῦ δι ἧς ἀνάγκη κομίζεσθαι τοὺς λίθους ὑπαρχούσης τραχείας καὶ παντελῶς δυσπορεύτου: δἰ ἣν αἰτίαν κατασκευάσαντες ἁμάξας τετρακύκλους ἑκατὸν ζεύγεσι βοῶν ἐκόμισαν τὸν λίθον. διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων:

βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION