호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν.? Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν. Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν: Ἀσωπὸς δ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기