- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 71

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 71)

τούτων δ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ.? μυθολογοῦσι τοίνυν Ἀσκληπιὸν Ἀπόλλωνος υἱὸν ὑπάρχειν καὶ Κορωνίδος, φύσει δὲ καὶ ἀγχινοίᾳ διενεγκόντα ζηλῶσαι τὴν ἰατρικὴν ἐπιστήμην, καὶ πολλὰ τῶν συντεινόντων πρὸς ὑγίειαν ἀνθρώπων ἐξευρεῖν. ἐπὶ τοσοῦτο δὲ προβῆναι τῇ δόξῃ ὥστε πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν, καὶ διὰ τοῦτο πολλοὺς δοκεῖν τῶν τετελευτηκότων ποιεῖν πάλιν ζῶντας. διὸ καὶ τὸν μὲν Αἵδην μυθολογοῦσιν ἐγκαλοῦντα τῷ Ἀσκληπιῷ κατηγορίαν αὐτοῦ ποιήσασθαι πρὸς τὸν Δία ὡς τῆς ἐπαρχίας αὐτοῦ ταπεινουμένης:

ἐλάττους γὰρ ἀεὶ γίνεσθαι τοὺς τετελευτηκότας, θεραπευομένους ὑπὸ τοῦ Ἀσκληπιοῦ. καὶ τὸν μὲν Δία παροξυνθέντα κεραυνώσαντα τὸν Ἀσκληπιὸν διαφθεῖραι, τὸν δ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τούτου παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας:

ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ ἀνθρώπῳ, καὶ ταύτην τιμωρίαν λαβεῖν παρ αὐτοῦ τῶν ἐγκλημάτων. Ἀσκληπιοῦ δέ φασι γενομένους υἱοὺς Μαχάονα καὶ Ποδαλείριον, καὶ τὴν τέχνην ἐκπονήσαντας, ἐπὶ Τροίαν συστρατεῦσαι τοῖς περὶ τὸν Ἀγαμέμνονα:

κατὰ δὲ τὸν πόλεμον μεγάλας χρείας αὐτοὺς παρασχέσθαι τοῖς Ἕλλησι, θεραπεύοντας ἐμπειρότατα τοὺς τιτρωσκομένους, καὶ διὰ τὰς εὐεργεσίας ταύτας ὑπὸ τῶν Ἑλλήνων μεγάλης τυχεῖν δόξης: ἀτελεῖς δ αὐτοὺς ἀφεῖναι τῶν κατὰ τὰς μάχας κινδύνων καὶ τῶν ἄλλων λειτουργιῶν διὰ τὴν ὑπερβολὴν τῆς ἐν τῷ θεραπεύειν εὐχρηστίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION