호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμεῖσ δ’ ἐπεὶ τὸν περὶ Θησέωσ λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆσ κατὰ τὴν Ἑλένην ἁρπαγῆσ καὶ τῆσ μνηστείασ Φερσεφόνησ ὑπὸ Πειρίθου· αὗται γὰρ αἱ πράξεισ συμπεπλεγμέναι ταῖσ Θησέωσ εἰσί. Πειρίθουσ γὰρ ὁ Ἰξίονοσ, ἀποθανούσησ αὐτοῦ τῆσ γυναικὸσ Ἱπποδαμείασ καὶ καταλιπούσησ υἱὸν Πολυποίτην, παρῆλθεν εἰσ τὰσ Ἀθήνασ πρὸσ Θησέα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기