- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 57

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 57)

ἡμῖν δ ἀρκούντως ἐξειργασμένοις τὴν περὶ τῶν Ἀργοναυτῶν ἱστορίαν καὶ τὰ ὑφ Ἡρακλέους πραχθέντα οἰκεῖον ἂν εἰή κατὰ τὴν γενομένην ἐπαγγελίαν ἀναγράψαι τὰς τῶν υἱῶν αὐτοῦ πράξεις.? μετὰ τὴν Ἡρακλέους τοίνυν ἀποθέωσιν οἱ παῖδες αὐτοῦ κατῴκουν ἐν Τραχῖνι παρὰ Κήυκι τῷ βασιλεῖ. μετὰ δὲ ταῦτα Ὕλλου καί τινων ἑτέρων ἀνδρωθέντων, Εὐρυσθεὺς φοβηθεὶς μὴ πάντων ἐνηλίκων γενομένων ἐκπέσῃ τῆς ἐν Μυκήναις βασιλείας, ἔγνω τοὺς Ἡρακλείδας ἐξ ὅλης τῆς Ἑλλάδος φυγαδεῦσαι.

ἔτι δὲ Ιὄλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι.

οἱ δ Ἡρακλεῖδαι καὶ οἱ μετ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος:

ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους. μηδεμιᾶς δὲ τολμώσης ὐποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρ αὐτοῖς ἐπιείκειαν προσεδέξαντο τοὺς Ἡρακλείδας: κατῴκισαν δὲ αὐτοὺς μετὰ τῶν συμφυγόντων εἰς Τρικόρυθον πόλιν, ἥτις ἐστὶ μία τῆς ὀνομαζομένης τετραπόλεως. μετὰ δέ τινα χρόνον ἁπάντων τῶν Ἡρακλέους παίδων ἠνδρωμένων, καὶ φρονήματος ἐμφυομένου τοῖς νεανίσκοις διὰ τὴν ἀφ Ἡρακλέους δόξαν, ὑφορώμενος αὐτῶν τὴν αὔξησιν Εὐρυσθεὺς ἐστράτευσεν ἐπ αὐτοὺς μετὰ πολλῆς δυνάμεως.

οἱ δ Ἡρακλεῖδαι, βοηθούντων αὐτοῖς τῶν Ἀθηναίων, προστησάμενοι τὸν Ἡρακλέους ἀδελφιδοῦν Ιὄλαον, καὶ τούτῳ τε καὶ Θησεῖ καὶ Ὕλλῳ τὴν στρατηγίαν παραδόντες, ἐνίκησαν παρατάξει τὸν Εὐρυσθέα.

κατὰ δὲ τὴν μάχην πλεῖστοι μὲν τῶν μετ Εὐρυσθέως κατεκόπησαν, αὐτὸς δ ὁ Εὐρυσθεύς, τοῦ ἁρ´ματος κατὰ τὴν φυγὴν συντριβέντος, ὑπὸ Ὕλλου τοῦ Ἡρακλέους ἀνῃρέθη: ὁμοίως δὲ καὶ οἱ υἱοὶ τοῦ Εὐρυσθέως πάντες κατὰ τὴν μάχην ἐτελεύτησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION