- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 51

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 51)

αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς μὲν τοῦτο παντοδαπὰς φύσεις φαρμάκων κατακρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα παντελῶς πρεσβῦτιν:? τὸ δὲ τελευταῖον ἀναλαβοῦσαν τὴν θεὸν διεσκευασμένην καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν, εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμ ἡμέρᾳ. ἐνθεαζούσης δ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὴν θεὸν εὐσεβῶς:

παρεῖναι γὰρ αὐτὴν ἐξ Ὑπερβορέων ἐπ ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ. πάντων δὲ προσκυνούντων καὶ τιμώντων τὴν θεὸν θυσίαις, καὶ τὸ σύνολον τῆς πόλεως ἁπάσης συνενθεαζούσης, εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τόν τε Πελίαν εἰς δεισιδαίμονα διάθεσιν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τῆς τερατείας εἰς τοιαύτην κατάπληξιν ἀγαγεῖν ὥστε πιστεῦσαι διότι πάρεστιν ἡ θεὸς εὐδαίμονα ποιήσουσα τὸν οἶκον τοῦ βασιλέως:

ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην τὴν Ἄρτεμιν δι ἀέρος ὑπερπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης, καὶ πρὸς καθίδρυσιν ἑαυτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων:

προστεταχέναι δ αὐτῇ καὶ τὸ γῆρας ἀφελοῦσαν τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι. ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι.

εἰποῦσαν γὰρ μιᾷ τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις: ἀποκατασταθεῖσαν δ εἰς τὴν προϋπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῷ βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶντας, καὶ δόξαι τινὶ θεῶν προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον. ποιῆσαι δ αὐτὴν καὶ διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν δι ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῷ Πελίᾳ.

τῶν δ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῷ Πελίᾳ παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττῃ: προσήκειν γὰρ τῷ τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION