호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προσθετέον δ’ ἡμῖν τοῖσ εἰρημένοισ ὅτι μετὰ τὴν ἀποθέωσιν αὐτοῦ Ζεὺσ Ἥραν μὲν ἔπεισεν υἱοποιήσασθαι τὸν Ἡρακλέα καὶ τὸ λοιπὸν εἰσ τὸν ἅπαντα χρόνον μητρὸσ εὔνοιαν παρέχεσθαι, τὴν δὲ τέκνωσιν γενέσθαι φασὶ τοιαύτην· τὴν Ἥραν ἀναβᾶσαν ἐπὶ κλίνην καὶ τὸν Ἡρακλέα προσλαβομένην πρὸσ τὸ σῶμα διὰ τῶν ἐνδυμάτων ἀφεῖναι πρὸσ τὴν γῆν, μιμουμένην τὴν ἀληθινὴν γένεσιν· ὅπερ μέχρι τοῦ νῦν ποιεῖν τοὺσ βαρβάρουσ ὅταν θετὸν υἱὸν ποιεῖσθαι βούλωνται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기