- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 35

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 35)

ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ πρὸς τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, διενεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην.? ὁ δ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα.

τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου. Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου.

διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν:

παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὡρ´ας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν τοιούτων, αἰνιττομένων τῶν ποιητῶν κέρας μὲν τοῦ Ἀχελῴου τὸ διὰ τῆς διώρυχος φερόμενον ῥεῖθρον, τὰ δὲ μῆλα καὶ τὰς ῥόας καὶ τοὺς βότρυς δηλοῦν τὴν καρποφόρον χώραν τὴν ὑπὸ τοῦ ποταμοῦ ἀρδευομένην καὶ τὸ πλῆθος τῶν καρποφορούντων φυτῶν: Ἀμαλθείας δ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας, δἰ ἧς τὴν εὐτονίαν τοῦ κατασκευάσαντος δηλοῦσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION