호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα Ἡρακλῆσ μὲν ἐπανελθὼν εἰσ Πελοπόννησον ἐστράτευσεν ἐπ’ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ· γενομένησ δὲ μάχησ πρὸσ τοὺσ Ἠλείουσ, τότε μὲν ἄπρακτοσ ἐπανῆλθεν εἰσ Ὤλενον πρὸσ Δεξαμενόν· τῆσ δὲ τούτου θυγατρὸσ Ἱππολύτησ συνοικιζομένησ Ἀζᾶνι, συνδειπνῶν Ἡρακλῆσ καὶ θεασάμενοσ ἐν τοῖσ γάμοισ ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμενον, ἀπέκτεινεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기