호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸν Ἡρακλέα τελοῦντα τὸν ὕστατον ἆθλον Ἀνταῖον μὲν ἀνελεῖν ἐν τῇ Λιβύῃ τὸν συναναγκάζοντα τοὺς ξένους διαπαλαίειν, Βούσιριν δὲ κατὰ τὴν Αἴγυπτον τῷ Διὶ σφαγιάζοντα τοὺς παρεπιδημοῦντας ξένους τῆς προσηκούσης τιμωρίας καταξιῶσαι.? μετὰ δὲ ταῦτα ἀνὰ τὸν Νεῖλον πλεύσαντα εἰς τὴν Αἰθιοπίαν τὸν βασιλεύοντα τῶν Αἰθιόπων Ἠμαθίωνα κατάρχοντα μάχης ἀποκτεῖναι, τὸ δ ὕστατον ἐπάνελθεῖν πάλιν ἐπὶ τὸν ἆθλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기