Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 24 2:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 24 2:)

ὁδοῦ γὰρ οὔσησ οὐκ ἄπωθεν τῆσ πόλεωσ πετρώδουσ, αἱ βόεσ τὰ ἴχνη καθάπερ ἐπὶ κηροῦ τινοσ ἀπετυποῦντο. ὁμοίωσ δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντοσ, καὶ τοῦ ἄθλου δεκάτου τελουμένου, νομίσασ ἤδη τι λαμβάνειν τῆσ ἀθανασίασ, προσεδέχετο τὰσ τελουμένασ ὑπὸ τῶν ἐγχωρίων κατ’ ἐνιαυτὸν θυσίασ.

SEARCH

MENU NAVIGATION