호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὸν Ἀνταίου θάνατον παρελθὼν εἰς Αἴγυπτον ἀνεῖλε Βούσιριν τὸν βασιλέα ξενοκτονοῦντα τοὺς παρεπιδημοῦντας.? διεξιὼν δὲ τὴν ἄνυδρον τῆς Λιβύης, καὶ περιτυχὼν χώρᾳ καταρρύτῳ καὶ καρποφόρῳ, πόλιν ἔκτισε θαυμαστὴν τῷ μεγέθει, τὴν ὀνομαζομένην Ἑκατόμπυλον, ᾗ ἔθετο τὴν προσηγορίαν ἀπὸ τοῦ πλήθους τῶν κατ αὐτὴν πυλῶν. διαμεμένηκε δὲ ἡ ταύτης τῆς πόλεως εὐδαιμονία μέχρι τῶν νεωτέρων καιρῶν, ἐν οἷς Καρχηδόνιοι δυνάμεσιν ἀξιολόγοις καὶ στρατηγοῖς ἀγαθοῖς στρατεύσαντες ἐπ αὐτὴν κύριοι κατέστησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기