호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταύτασ Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆσ Ἀρτέμιδοσ οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸσ εὐστόχωσ ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλ’ ἑαυταῖσ συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν. μετὰ δὲ ταύτασ Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο. αὕτη δ’ ὀμόσασα παρθένοσ διαμενεῖν τὸν μὲν ὁρ́κον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν. ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ θαυμαζομένη μάλιστα δι’ ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기