- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 16 2:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 16 2:)

καὶ τὸ μὲν πρῶτον ᾔτει παρ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα:? ὡς δ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Αἔλλα, διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὑρ῀εν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηθοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION