- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 16

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 16)

Ἡρακλῆς δὲ λαβὼν πρόσταγμα τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ἐνεγκεῖν ζωστῆρα, τὴν ἐπὶ τὰς Ἀμαζόνας στρατείαν ἐποιήσατο.? πλεύσας οὖν εἰς τὸν Εὔξεινον ἀπ ἐκείνου κληθέντα Πόντον, καὶ καταπλεύσας ἐπὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, πλησίον Θεμισκύρας πόλεως κατεστρατοπέδευσεν, ἐν ᾗ τὰ βασίλεια τῶν Ἀμαζόνων ὑπῆρχε. καὶ τὸ μὲν πρῶτον ᾔτει παρ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα:

ὡς δ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Αἔλλα, διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὑρ῀εν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηθοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα. μετὰ δὲ ταύτας Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆς Ἀρτέμιδος οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸς εὐστόχως ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλ ἑαυταῖς συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν.

μετὰ δὲ ταύτας Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο. αὕτη δ ὀμόσασα παρθένος διαμενεῖν τὸν μὲν ὁρ´κον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν. ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ θαυμαζομένη μάλιστα δι ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν. Ἡρακλῆς δὲ τὰς ἐπιφανεστάτας τῶν Ἀμαζονίδων ἀνελὼν καὶ τὸ λοιπὸν πλῆθος φυγεῖν συναναγκάσας, κατέκοψε τὰς πλείστας, ὥστε παντελῶς τὸ ἔθνος αὐτῶν συντριβῆναι.

τῶν δ αἰχμαλωτίδων Ἀντιόπην μὲν ἐδωρήσατο Θησεῖ, Μελανίππην δ ἀπελύτρωσεν ἀντιλαβὼν τὸν ζωστῆρα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION