호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν.? τοῦτον δὲ τὸν ἆθλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης. οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασθαι καθεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι: πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆθλον τοῦτον κατειργάσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기