호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντασ ἀπέστειλε τοὺσ ἀναλώσοντασ τὸ βρέφοσ, ὁ δὲ παῖσ οὐ καταπλαγεὶσ ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξασ ἀπέπνιξε τοὺσ δράκοντασ. διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸσ Ἡρακλέα προσηγόρευσαν, ὅτι δἰ Ἥραν ἔσχε κλέοσ, Ἀλκαῖον πρότερον καλούμενον. τοῖσ μὲν οὖν ἄλλοισ οἱ γονεῖσ τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기