호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ τῶν Μουσῶν, ἐπειδήπερ ἐμνήσθημεν ἐν ταῖς τοῦ Διονύσου πράξεσιν, οἰκεῖον ἂν εἰή διελθεῖν ἐν κεφαλαίοις.? ταύτας γὰρ οἱ πλεῖστοι τῶν μυθογράφων καὶ μάλιστα δεδοκιμασμένοι φασὶ θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης: ὀλίγοι δὲ τῶν ποιητῶν, ἐν οἷς ἐστι καὶ Ἀλκμάν, θυγατέρας ἀποφαίνονται Οὐρανοῦ καὶ Γῆς. ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριθμὸν διαφωνοῦσιν:
οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριθμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων. Ὅμηρος μὲν γὰρ λέγει Μοῦσαι δ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ: Ησίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων Κλειώ τ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τ Ἐρατώ τε Πολύμνιά τ Οὐρανίη τε Καλλιόπη θ, ἥ σφεων προφερεστάτη ἐστὶν ἁπασέων. τούτων δ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαθέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἱο῀ν ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων.
παρθένους δ αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφθόρους δοκεῖν εἶναι. Μούσας δ αὐτὰς ὠνομάσθαι ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δ ἐστὶν ἀπὸ τοῦ διδάσκειν τὰ καλὰ καὶ συμφέροντα καὶ ὑπὸ τῶν ἀπαιδεύτων ἀγνοούμενα.
ἑκάστῃ δὲ προσηγορίᾳ τὸν οἰκεῖον λόγον ἀπονέμοντές φασιν ὠνομάσθαι τὴν μὲν Κλειὼ διὰ τὸ τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις, Εὐτέρπην δ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροωμένους τοῖς ἀπὸ τῆς παιδείας ἀγαθοῖς, Θάλειαν δ ἀπὸ τοῦ θάλλειν ἐπὶ πολλοὺς χρόνους τοὺς διὰ τῶν ποιημάτων ἐγκωμιαζομένους, Μελπομένην δ ἀπὸ τῆς μελῳδίας, δι ἧς τοὺς ἀκούοντας ψυχαγωγεῖσθαι, Τερψιχόρην δ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροατὰς τοῖς ἐκ παιδείας περιγινομένοις ἀγαθοῖς, Ἐρατὼ δ ἀπὸ τοῦ τοὺς παιδευθέντας ποθεινοὺς καὶ ἐπεράστους ἀποτελεῖν, Πολύμνιαν δ ἀπὸ τοῦ διὰ πολλῆς ὑμνήσεως ἐπιφανεῖς κατασκευάζειν τοὺς διὰ τῶν ποιημάτων ἀπαθανατιζομένους τῇ δόξῃ, Οὐρανίαν δ ἀπὸ τοῦ τοὺς παιδευθέντας ὑπ αὐτῆς ἐξαίρεσθαι πρὸς οὐρανόν: τῇ γὰρ δόξῃ καὶ τοῖς φρονήμασι μετεωρίζεσθαι τὰς ψυχὰς εἰς ὕψος οὐράνιον: Καλλιόπην δ ἀπὸ τοῦ καλὴν ὄπα προϊέσθαι, τοῦτο δ ἐστὶ τῇ εὐεπείᾳ διάφορον οὖσαν ἀποδοχῆς τυγχάνειν ὑπο τῶν ἀκουόντων. τούτων δ ἡμῖν ἀρκούντως εἰρημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς Ἡρακλέους πράξεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기