호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θρίαμβον δ’ αὐτὸν ὀνομασθῆναί φασιν ἀπὸ τοῦ πρῶτον τῶν μνημονευομένων καταγαγεῖν ἀπὸ τῆσ στρατείασ θρίαμβον εἰσ τὴν πατρίδα, τὴν ἐξ Ἰνδῶν ποιησάμενον ἐπάνοδον μετὰ πολλῶν λαφύρων. παραπλησίωσ δὲ καὶ τὰσ λοιπὰσ προσηγορίασ ἐπιθετικὰσ αὐτῷ γεγενῆσθαι, περὶ ὧν μακρὸν ἂν εἰή λέγειν καὶ τῆσ ὑποκειμένησ ἱστορίασ ἀνοίκειον. δίμορφον δ’ αὐτὸν δοκεῖν ὑπάρχειν διὰ τὸ δύο Διονύσουσ γεγονέναι, τὸν μὲν παλαιὸν καταπώγωνα διὰ τὸ τοὺσ ἀρχαίουσ πάντασ πωγωνοτροφεῖν, τὸν δὲ νεώτερον ὡραῖον καὶ τρυφερὸν καὶ νέον, καθότι προείρηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기