호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φρίξον τὸν Ἀθάμαντοσ μυθολογοῦσι διὰ τὰσ ἀπὸ τῆσ μητρυιᾶσ ἐπιβουλὰσ ἀναλαβόντα τὴν ἀδελφὴν Ἕλλην φυγεῖν ἐκ τῆσ Ἑλλάδοσ. περαιουμένων δ’ αὐτῶν κατά τινα θεῶν πρόνοιαν ἐκ τῆσ Εὐρώπησ εἰσ τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου, τὴν μὲν παρθένον ἀποπεσεῖν εἰσ τὴν θάλατταν, ἣν ἀπ’ ἐκείνησ Ἑλλήσποντον ὀνομασθῆναι, τὸν δὲ Φρίξον εἰσ τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸσ τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀναθεῖναι τὸ δέροσ εἰσ τὸ τοῦ Ἄρεοσ ἱερόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기