호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντας μεθύσους τοὺς ἐμπόρους ποεῖ τὸ Βυζάντιον.? ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ ἄκρατον, μοὶ δοκῶ: ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων. κωμῳδοῦνται δὲ ὡς μέθυσοι Ἀργεῖοι μὲν καὶ Τιρύνθιοι ὑπὸ Ἐφίππου ἐν Βουσίριδι. ποιεῖ δὲ τὸν Ἡρακλέα λέγοντα: οὐκ οἶσθά μ ὄντα, πρὸς θεῶν, Τιρύνθιον Ἀργεῖον· οἳ μεθύοντες αἰεὶ τὰς μάχας πάσας μάχονται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기