호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων μὲν δὴ εἵνεκα κατετμήθη ἡ Αἴγυπτοσ. κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα, κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα, καὶ ἀπὸ τούτου τὰσ προσόδουσ ποιήσασθαι, ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατ’ ἐνιαυτόν. εἰ δὲ τινὸσ τοῦ κλήρου ὁ ποταμόσ τι παρέλοιτο, ἐλθὼν ἂν πρὸσ αὐτὸν ἐσήμαινε τὸ γεγενημένον·
ὁ δὲ ἔπεμπε τοὺσ ἐπισκεψομένουσ καὶ ἀναμετρήσοντασ ὅσῳ ἐλάσσων ὁ χῶροσ γέγονε, ὅκωσ τοῦ λοιποῦ κατὰ λόγον τῆσ τεταγμένησ ἀποφορῆσ τελέοι. δοκέει δέ μοι ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐσ τὴν Ἑλλάδα ἐπανελθεῖν·
πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆσ ἡμέρησ παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기