호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσι μὲν δὴ τῶν Αἰγυπτίων ἱροί εἰσι οἱ κροκόδειλοι, τοῖσι δὲ οὔ, ἀλλ’ ἅτε πολεμίουσ περιέπουσι· οἱ δὲ περί τε Θήβασ καὶ τὴν Μοίριοσ λίμνην οἰκέοντεσ καὶ κάρτα ἥγηνται αὐτοὺσ εἶναι ἱρούσ· ἐκ πάντων δὲ ἕνα ἑκάτεροι τρέφουσι κροκόδειλον δεδιδαγμένον εἶναι χειροήθεα, ἀρτήματά τε λίθινα χυτὰ καὶ χρύσεα ἐσ τὰ ὦτα ἐνθέντεσ καὶ ἀμφιδέασ περὶ τοὺσ ἐμπροσθίουσ πόδασ, καὶ σιτία ἀποτακτὰ διδόντεσ καὶ ἱρήια, καὶ περιέποντεσ ὡσ κάλλιστα ζῶντασ·
ἀποθανόντασ δὲ θάπτουσι ταριχεύσαντεσ ἐν ἱρῇσι θήκῃσι. οἱ δὲ περὶ Ἐλεφαντίνην πόλιν οἰκέοντεσ καὶ ἐσθίουσι αὐτοὺσ οὐκ ἡγεόμενοι ἱροὺσ εἶναι.
καλέονται δὲ οὐ κροκόδειλοι ἀλλὰ χάμψαι· κροκοδείλουσ δὲ Ιὤνεσ ὠνόμασαν, εἰκάζοντεσ αὐτῶν τὰ εἴδεα τοῖσι παρὰ σφίσι γινομένοισι κροκοδείλοισι τοῖσι ἐν τῇσι αἱμασιῇσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기