- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 102

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 102)

ὁ δ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην, ἐντειλάμενος ἐν ἀπορρήτοις ἃ χρὴ πράττειν.? οὗτος δὲ ἀπροσδοκήτως ἐμβαλὼν εἰς τὴν χώραν καὶ πολλῶν αἰχμαλώτων καὶ τῆς ἄλλης λείας ἐγκρατὴς γενόμενος ἠξίου τοὺς Μεσσηνίους βούλεσθαι τὴν φιλίαν καὶ μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι.

οἱ δὲ Μεσσήνιοι λαβόντες ἐλπίδας τοῦ χωρὶς κινδύνων ἀπολυθήσεσθαι τοῦ πολέμου τούς τε φυγάδας τοὺς ἐκ Συρακουσσῶν ἐξέβαλον καὶ τὸν Ἀγαθοκλέα παραγενόμενον μετὰ δυνάμεως προσεδέξαντο.

ὁ δὲ τὸ μὲν πρῶτον φιλανθρώπως αὐτοῖς προσεφέρετο καὶ τοὺς φυγάδας ἔπεισεν καταδέξασθαι τοὺς συ στρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων.

μετὰ δὲ ταῦτα τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις τῇ δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας ἑξακοσίων:

διανοούμενος γὰρ πόλεμον ἐκφέρειν τοῖς Καρχηδονίοις πᾶν τὸ διακείμενον ἀλλοτρίως κατὰ τὴν Σικελίαν ἐκ ποδῶν ἐποιεῖτο.

οἱ δὲ Μεσσήνιοι τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς καὶ δυναμένους ἀμύνασθαι τὸν τύραννον ἐκβεβληκότες ἐκ τῆς πόλεως καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν δυνάστην ὁρῶντες ἀνῃρημένους, ἔτι δὲ τοὺς ἐπὶ κακουργίᾳ καταδεδικασμένους ἠναγκασμένοι καταδέξασθαι μετεμέλοντο μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἠναγκάζοντο δὲ καρτερεῖν, καταπεπληγμένοι τὴν ὑπεροχὴν τῶν κρατούντων. ὁ δ Ἀγαθοκλῆς τὸ μὲν πρῶτον ἀνέζευξεν ἐπ Ἀκράγαντος, διανοούμενος καὶ ταύτην τὴν πόλιν συσκευάσασθαι:

τῶν δὲ Καρχηδονίων καταπλευσάντων ναυσὶν ἑξήκοντα ταύτης μὲν τῆς προθέσεως ἀπέστη, τὴν δὲ χώραν τὴν ὑπὸ Καρχηδονίους ἐπιὼν ἐλεηλάτει καὶ τῶν φρουρίων ἃ μὲν ᾕρει κατὰ κράτος, ἃ δὲ δι ὁμολογίας προσήγετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION