호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν οὖν Δημήτριος λαβὼν ὁμήρους καὶ τὰς ὁμολογηθείσας δωρεὰς ἀνέζευξεν ἀπὸ τῆς πέτρας:? διατείνας δὲ σταδίους τριακοσίους κατεστρατοπέδευσε πλησίον τῆς Ἀσφαλτίτιδος λίμνης, ἧς τὴν φύσιν οὐκ ἄξιον παραδραμεῖν ἀνεπισήμαντον. κεῖται γὰρ κατὰ μέσην τὴν σατραπείαν τῆς Ἰδουμαίας, τῷ μὲν μήκει παρεκτείνουσα σταδίους μάλιστά που πεντακοσίους, τῷ δὲ πλάτει περὶ ἑξήκοντα. τὸ δ ὕδωρ ἔχει διάπικρον καὶ καθ ὑπερβολὴν δυσῶδες, ὥστε μήτ ἰχθὺν δύνασθαι τρέφειν μήτ ἄλλο τῶν καθ ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης ἐκφυσᾷ κατ ἐνιαυτὸν ἀσφάλτου στερεᾶς μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δ ὅτ οὐ πολὺ λειπόμενον πλέθρου: ἐφ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δὲ ἔλασσον μόσχον. ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τόπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεί τις νῆσος. τὴν δ ἔκπτωσιν φανερὰν συμβαίνει γίνεσθαι πρὸ ἡμερῶν εἴκοσι: κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ τῆς ἀσφάλτου προσπίπτει μετὰ πνεύματος μοχθηροῦ καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρος καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον: ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν περιοικούντων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια. ἀγαθὴ δ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει διειλῆφθαι ποταμοῖς χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους τούτους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν εἶναι συμβαίνει, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ, τῆς δ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθ ὑπερβολὴν εὐθετούσης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기