- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 74

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 74)

ὁ δ Ἀντίγονος ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς ἐξέπεμψε Τελεσφόρον εἰς Πελοπόννησον, δοὺς αὐτῷ πεντήκοντα ναῦς καὶ στρατιώτας τοὺς ἱκανούς, καὶ τὰς πόλεις ἐλευθεροῦν ἐνετείλατο:? τοῦτο γὰρ πράξας ἤλπιζε πίστιν κατασκευάζειν παρὰ τοῖς Ἕλλησιν ὅτι πρὸς ἀλήθειαν φροντίζει τῆς αὐτονομίας αὐτῶν, καὶ ἅμα γινώσκειν ὑπέλαβε τὰ Κασάνδρου πράγματα. ὁ δὲ Τελεσφόρος ἐπειδὴ τάχιστα κατέπλευσεν εἰς τὴν Πελοπόννησον, ἐπῆλθε τὰς ὑπ Ἀλεξάνδρου φρουρουμένας πόλεις καὶ πάσας ἠλευθέρωσε πλὴν Σικυῶνος καὶ Κορίνθου:

ἐν ταύταις γὰρ Πολυπέρχων διέτριβεν δυνάμεις ἁδρὰς ἔχων καὶ πιστεύων ταύταις τε καὶ ταῖς τῶν τόπων ὀχυρότησιν. ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς εἰς τὸν πρὸς Αἰτωλοὺς πόλεμον ὡς τάχισθ ἧκεν εἰς τὴν Ἀκαρνανίαν μετὰ τῆς δυνάμεως, τὸ μὲν πρῶτον ἐπεχείρει λεηλατεῖν τὴν Αἰτωλίαν, μετ ὀλίγον δὲ πυθόμενος Αἰακίδην τὸν Ἠπειρώτην εἰς τὴν βασιλείαν κατεληλυθότα καὶ δύναμιν ἁδρὰν συνηθροικότα ταχέως ὡρ´μησεν ἐπ αὐτόν:

ἔσπευδε γὰρ κατ ἰδίαν διαγωνίσασθαι πρὶν ἢ συμμίξαι τὴν τῶν Αἰτωλῶν δύναμιν. εὑρὼν δὲ τοὺς Ἠπειρώτας ἑτοίμους εἰς μάχην ἐξ ἐφόδου συνῆψεν εἰς χεῖρας καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δ ἐζώγρησεν, ἐν οἷς συνέβαινεν εἶναι καὶ τῶν αἰτίων τῆς τοῦ βασιλέως καθόδου περὶ πεντήκοντα τὸν ἀριθμόν, οὓς δήσας ἀπέστειλε πρὸς Κάσανδρον.

τῶν δὲ περὶ τὸν Αἰακίδην ἀθροισθέντων ἐκ τῆς φυγῆς καὶ τοῖς Αἰτωλοῖς συμμιξάντων πάλιν ἐπελθὼν ὁ Φίλιππος μάχῃ ἐκράτησεν καὶ πολλοὺς ἀνεῖλεν, ἐν οἷς ἦν καὶ Αἰακίδης ὁ βασιλεύς.

ἐν ὀλίγαις δ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν.

καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION