호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τὴν Σικελίαν οἱ τῶν Συρακοσίων φυγάδες διατρίβοντες ἐν Ἀκράγαντι παρεκάλουν τοὺς προεστηκότας τῆς πόλεως μὴ περιορᾶν Ἀγαθοκλέα συσκευαζόμενον τὰς πόλεις:? αἱρετώτερον γὰρ εἶναι πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι διαπολεμεῖν ἑκουσίως ἢ περιμείναντας αὐτοῦ τὴν αὔξησιν ἐξ ἀνάγκης πρὸς ἰσχυρότερον διαγωνίζεσθαι. δοξάντων δ αὐτῶν ἀληθῆ λέγειν ὁ μὲν δῆμος τῶν Ἀκραγαντίνων ἐψηφίσατο τὸν πόλεμον καὶ Γελῴους μὲν καὶ Μεσσηνίους εἰς τὴν συμμαχίαν προσελάβοντο, εἰς δὲ τὴν Λακεδαιμονίαν τῶν φυγάδων τινὰς ἐξέπεμψαν, ἐντειλάμενοι πειρᾶσθαι στρατηγὸν ἄγειν τὸν δυνάμενον πραγμάτων ἀφηγήσασθαι:
τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας.
οἱ δὲ πεμφθέντες ὥς ποθ ἧκον εἰς τὴν Λακωνικήν, εὑρ῀ον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.
τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι.
διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα: οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες. διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις.
τὴν δ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις, ὡς διαίρων ἐπ Ἀκράγαντος. ἀπενεχθεὶς δ ὑπ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι πρὸς τοὺς Ἀπολλωνιάτας.
ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν:
διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기