- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 59

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 59)

ὄντος δ αὐτοῦ περὶ ταῦτα παρῆν Ἀγησίλαος ὁ πεμφθεὶς εἰς Κύπρον πρεσβευτής, ἀπαγγέλλων ὅτι Νικοκρέων μὲν καὶ τῶν ἄλλων οἱ κράτιστοι βασιλεῖς πρὸς Πτολεμαῖον πεποίηνται συμμαχίαν, ὁ δὲ Κιτιεὺς καὶ Λαπίθιος, ἔτι δὲ Μαριεὺς καὶ Κερυνίτης τὴν πρὸς αὐτὸν φιλίαν συντέθεινται.? ἀκούσας δὲ ταῦτα τρισχιλίους μὲν στρατιώτας καὶ στρατηγὸν Ἀνδρόνικον κατέλιπεν ἐπὶ τῆς πολιορκίας, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τήν τ Ιὄππην καὶ Γάζαν ἀπειθούσας κατὰ κράτος εἷλε καὶ τοὺς μὲν καταληφθέντας Πτολεμαίου στρατιώτας ἐπιδιεῖλεν εἰς τὰς ἰδίας τάξεις, εἰς δὲ τὰς πόλεις παρεισήγαγε φρουρὰν τὴν ἀναγκάσουσαν πειθαρχεῖν τοὺς ἐνοικοῦντας.

αὐτὸς δ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν.

Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου. αὕτη δ ἡ γυνὴ συνέσει δοκεῖ διενηνοχέναι:

τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων. λέγεται δὲ καὶ Ἀντίπατρον τὸν πατέρα αὐτῆς, ὃς δοκεῖ γεγονέναι φρονιμώτατος τῶν ἐν δυναστείαις γεγονότων κατὰ τὴν αὐτὴν ἡλικίαν, κόρης οὔσης ἔτι τῆς Φίλας συμβουλεύεσθαι πρὸς ταύτην περὶ τῶν μεγίστων.

μηνύσει δ ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας.

καὶ τὰ μὲν περὶ Ἀντίγονον καὶ Φίλαν τὴν Δημητρίου γυναῖκα τοιαῦτ ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION