- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 68

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 68)

τούτων δ ἡμῖν διευκρινημένων, πειρασόμεθα διελθεῖν περὶ Σαλμωνέως καὶ Τυροῦς καὶ τῶν ἀπογόνων ἑώς Νέστορος τοῦ στρατεύσαντος ἐπὶ Τροίαν.? Σαλμωνεὺς γὰρ ἦν υἱὸς Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος: οὗτος δ ἐκ τῆς Αἰολίδος ὁρμηθεὶς μετὰ πλειόνων Αἰολέων ᾤκισε τῆς Ἠλείας παρὰ τὸν Ἀλφειὸν ποταμὸν πόλιν καὶ ἐκάλεσεν ἀφ ἑαυτοῦ Σαλμωνίαν. γήμας δ Ἀλκιδίκην τὴν Ἀλέου ἐγέννησε θυγατέρα τὴν προσαγορευθεῖσαν Τυρώ, κάλλει διαφέρουσαν. τῆς δὲ γυναικὸς Ἀλκιδίκης ἀποθανούσης ἐπέγημε τὴν ὀνομαζομένην Σιδηρώ:

αὕτη δὲ χαλεπῶς διετέθη πρὸς τὴν Τυρώ, ὡς ἂν μητρυιά. μετὰ δὲ ταῦτα Σαλμωνεύς, ὑβριστὴς ὢν καὶ ἀσεβής, ὑπὸ μὲν τῶν ὑποτεταγμένων ἐμισήθη, ὑπὸ δὲ Διὸς διὰ τὴν ἀσέβειαν ἐκεραυνώθη. τῇ δὲ Τυροῖ, παρθένῳ κατ ἐκείνους τοὺς χρόνους οὔσῃ, Ποσειδῶν μιγεὶς παῖδας ἐγέννησε Πελίαν καὶ Νηλέα.

ἡ δὲ Τυρὼ συνοικήσασα Κρηθεῖ ἐτέκνωσεν Ἀμυθάονα καὶ Φέρητα καὶ Αἴσονα. Κρηθέως δὲ τελευτήσαντος ἐστασίασαν περὶ τῆς βασιλείας Πελίας τε καὶ Νηλεύς: τούτων δὲ Πελίας μὲν Ιὠλκοῦ καὶ τῶν πλησίον χωρίων ἐβασίλευσε, Νηλεὺς δὲ παραλαβὼν Μελάμποδα καὶ Βίαντα τοὺς Ἀμυθάονος καὶ Ἀγλαϊάς υἱοὺς καί τινας ἄλλους τῶν Ἀχαιῶν Φθιωτῶν καὶ τῶν Αἰολέων ἐστράτευσεν εἰς Πελοπόννησον. καὶ Μελάμπους μὲν μάντις ὢν τὰς Ἀργείας γυναῖκας μανείσας διὰ τὴν Διονύσου μῆνιν ἐθεράπευσεν, ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας χάριν ἔλαβε παρὰ τοῦ βασιλέως τῶν Ἀργείων Ἀναξαγόρου τοῦ Μεγαπένθους τὰ δύο μέρη τῆς βασιλείας:

κατοικήσας δ ἐν Ἄργει κοινὴν ἐποιήσατο τὴν βασιλείαν Βίαντι τῷ ἀδελφῷ. γήμας δὲ Ἰφιάνειραν τὴν Μεγαπένθους ἐτέκνωσεν Ἀντιφάτην καὶ Μαντώ, ἔτι δὲ Βίαντα καὶ Προνόην:

Ἀντιφάτου δὲ καὶ Ζευξίππης τῆς Ἱπποκόωντος Οἰκλῆς καὶ Ἀμφάλκης ὑπῆρξαν, Οἰκλέους δὲ καὶ Ὑπερμνήστρας τῆς Θεσπίου Ἰφιάνειρα καὶ Πολύβοια καὶ Ἀμφιάραος ἐγένοντο. Μελάμπους μὲν οὖν καὶ Βίας καὶ οἱ ἀπ ἐκείνων οὕτω τῆς ἐν Ἄργει βασιλείας μετέσχον, Νηλεὺς δὲ μετὰ τῶν συνακολουθησάντων παραγενόμενος εἰς Μεσσήνην πόλιν ἔκτισε Πύλον, δόντων αὐτῷ τῶν ἐγχωρίων.

ταύτης δὲ βασιλεύων καὶ γήμας Χλῶριν τὴν Ἀμφίονος τοῦ Θηβαίου, παῖδας ἐγέννησε δώδεκα, ὧν ἦν πρεσβύτατος μὲν Περικλύμενος, νεώτατος δὲ Νέστωρ ὁ ἐπὶ Τροίαν στρατεύσας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION