호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις συστρατεύσας ἐπὶ Θεσπρωτοὺς πόλιν τε Ἐφύραν κατὰ κράτος εἷλε καὶ Φυλέα τὸν βασιλέα τῶν Θεσπρωτῶν ἀπέκτεινε.? λαβὼν δὲ αἰχμάλωτον τὴν θυγατέρα τοῦ Φυλέως ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσε Τληπόλεμον. μετὰ δὲ τὸν Δηιανείρας γάμον τρισὶν ὕστερον ἔτεσι δειπνῶν παρ Οἰνεῖ, διακονοῦντος Εὐρυνόμου τοῦ Ἀρχιτέλους υἱοῦ, παιδὸς τὴν ἡλικίαν, ἁμαρτάνοντος δ ἐν τῷ διακονεῖν, πατάξας κονδύλῳ, καὶ βαρυτέρας τῆς πληγῆς γενομένης, ἀπέκτεινεν ἀκουσίως τὸν παῖδα.
περιαλγὴς δὲ γενόμενος ἐπὶ τῷ πάθει πάλιν ἐκ τῆς Καλυδῶνος ἑκουσίως ἔφυγε μετὰ τῆς γυναικὸς Δηιανείρας καὶ Ὕλλου τοῦ ἐκ ταύτης, παιδὸς ὄντος τὴν ἡλικίαν.
ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὐηνὸν ποταμὸν, κατέλαβε Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρώτην διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος ἐρασθείς, ἐπεχείρησε βιάσασθαι ταύτην.
ἐπιβοωμένης δ αὐτῆς τὸν ἄνδρα, ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος, καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι. παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὑτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποστάζον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους.
οὗτος μὲν οὖν ταύτην τὴν ὑποθήκην δοὺς τῇ Δηιανείρᾳ παραχρῆμα ἐξέπνευσεν. ἡ δὲ κατὰ τὴν γενομένην ὑπὸ τοῦ Νέσσου παραγγελίαν εἰς ἄγγος ἀναλαβοῦσα τὸν γόνον, καὶ τὴν ἀκίδα βάψασα, λάθρᾳ τοῦ Ἡρακλέους ἐφύλαττεν. ὁ δὲ διαβὰς τὸν ποταμὸν κατήντησε πρὸς Κήυκα τὸν τῆς Τραχῖνος βασιλέα, καὶ μετὰ τούτου κατῴκησεν, ἔχων τοὺς ἀεὶ συστρατεύοντας τῶν Ἀρκάδων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기