- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 28

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 28)

τοῦ δ Ἡρακλέους περὶ ταῦτ ὄντος φασὶ τὰς ὑπολειφθείσας Ἀμαζόνας περὶ τὸν Θερμώδοντα ποταμὸν ἀθροισθείσας πανδημεὶ σπεῦσαι τοὺς Ἕλληνας ἀμύνασθαι περὶ ὧν Ἡρακλῆς στρατεύσας διειργάσατο.? διαφορώτατα δὲ τοὺς Ἀθηναίους ἐφιλοτιμοῦντο διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην, ὡς δ ἔνιοι γράφουσιν, Ἱππολύτην. συστρατευσάντων δὲ τῶν Σκυθῶν θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροισθῆναι, μεθ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης.

τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελθοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρατοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπ ἐκείνων Ἀμαζονεῖον. Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνάμεσιν, ἔχων μεθ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιόπην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον.

συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον. συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον.

αἱ δ ὑπολειφθεῖσαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετ ἐκείνων κατῴκησαν. ἡμεῖς δ ἀρκούντως περὶ τούτων διεληλυθότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρακλέους πράξεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION