- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 79

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 79)

πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν διαιροῦντας κατὰ τὰς παραγραφὰς:? τὸ ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ, ζῆτ, ἦτα, θῆτ, ἰῶτα, β κάππα, λάβδα, μῦ, νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ, παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ. ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον βῆτα ἄλφα βᾱ, βῆτα εἶ βα, βῆτα ἦτα βε, βῆτα ἰῶτα β, βῆτα οὖ βο , βῆτα ὖ βυ, βῆτα ὦ βω, καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν, ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως:

ἐγὼ οὔτ ἐμαυτὸν οὔτε σ1 ἀλγυνῶ. τί ταῦτ ἄλλως ἐλέγχεις· διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἐοίκεν, εἰς τὰς τραγῳδίας, καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως ἣν δεῖ κατὰ τὰς παραγραφὰς ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον λέγειν μόνον χρή. χ. καὶ τρίτον μόνον γ ἐρεῖς. α. ἦτ ἄρα φήσω. χ.

τὸ τε τέταρτόν αὖ μόνον ἰῶτα, πέμπτον οὖ, τὸ θ ἕκτον υ μόνον λέγε: α. λοίσθιον λέγειν: δὲ φωνῶ σοι τὸ ὦ τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ ἐν μέτροις μόνον. καὶ τοῦτο λέξασ1 εἶτα δὴ σαυτῇ λάλει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION