호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής:? καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις: ὡς δ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ ἦσαν οὓς ἐποίουν γρίφους, οἱο῀ν ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, οὐκ ἔγωγε, εἰπεῖν, ἀλλ εἰς τὴν κοιλίαν.
καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστέρα ἔχει, πῶς γάρ,: εἶπε, τριταία μὴ βεβρωκυῖα· τῶν Ἀριστωνυμ ων δ ἦν εὐπαρύφων λόγων. καὶ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον ἐνέβαλον γὰρ ἄν σου φησίν, εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν: ἔμελλον τοὺς περιεστηκότας. , ἀρχαιότατος δ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος: τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν·
καὶ τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ· καὶ πρὸς τούτοις τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάττῃ· τοῦτο δ ἐστὶν ὁμωνυμία: καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ αἰετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει: ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον.
ὁ δὲ Ἀθηναῖος Καλλίας ἐζητοῦμεν γὰρ ἔτι πρότερον περὶ αὐτοῦ μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기