- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 77

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 77)

καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων καρδίαν μὴ ἐσθίειν ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν.? πῦρ μαχαίρᾳ μὴ σκαλεύειν ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. λεωφόρους ὁδοὺς μὴ στείχειν ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται: τὴν δ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ` μὴ καθῆσθαι ἐπὶ χοίνικα ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέχεσθαι. ῾ ἀποδημοῦντα ἐπὶ τοῖς ὁρ´οις μὴ ἐπιστρέφεσθαι,: ὁρ´ιαγὰρ καὶ πέρας ζωῆς ὁ θάνατος: τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION