- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 76

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 76)

πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοὶ τινὲς εἰσιν οἱο῀ν:? ἄνδρ εἶδον πυρὶ χαλκὸν ἐπ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων, ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ. τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δὲ ἐν πέμπτῳ Νόμων μνημονεύει: τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION